Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.257 Joseph. AJ 3.261 (English) >>Joseph. AJ 3.266

3.259

Καὶ περὶ τῶν ζῴων δὲ διέκρινεν ἕκαστον, ὅτι τρέφοιντο καὶ οὗ πάλιν ἀπεχόμενοι διατελοῖεν, περὶ ὧν ἐν οἷς ἂν ἡμῖν ἀφορμὴ τῆς γραφῆς γένηται διελευσόμεθα τὰς αἰτίας προστιθέντες, ἀφʼ ὧν κινηθεὶς τὰ μὲν αὐτῶν βρωτὰ ἡμῖν ἐκέλευσεν εἶναι, τῶν δὲ προσέταξεν ἀπέχεσθαι. 3.260αἵματος μέντοι παντὸς εἰς τροφὴν ἀπηγόρευσε τὴν χρῆσιν ψυχὴν αὐτὸ καὶ πνεῦμα νομίζων, καὶ κρέως τοῦ τεθνηκότος αὐτομάτως ζῴου τὴν βρῶσιν διεκώλυσεν, ἐπίπλου τε καὶ στέατος αἰγείου καὶ προβατείου καὶ τοῦ τῶν βοῶν ἀπέχεσθαι προεῖπεν. 3.261

Ἀπήλασε δὲ τῆς πόλεως καὶ τοὺς λέπρᾳ τὰ σώματα κακωθέντας καὶ τοὺς περὶ τὴν γονὴν ῥεομένους καὶ τὰς γυναῖκας δʼ αἷς τῶν κατὰ φύσιν ἔκκρισις ἔπεισι μετέστησε πρὸς ἡμέραν ἑβδόμην, μεθʼ ἣν ὡς ἤδη καθαραῖς ἐνδημεῖν ἐφίησιν. 3.262ὁμοίως δὲ καὶ τοῖς κηδεύσασι νεκρὸν μετὰ τοσαύτας ἡμέρας νόμιμον τὸ ἐνδημεῖν· τὸν δʼ ὑπὲρ τὸν ἀριθμὸν τούτων τῶν ἡμερῶν ἐνεχόμενον ἐν τῷ μιάσματι θύειν νόμιμον ἀμνάδας δύο, ὧν τὴν μὲν ἑτέραν καθαγνίζειν δεῖ, τὴν δʼ ἑτέραν οἱ ἱερεῖς λαμβάνουσιν. 3.263ὁμοίως δὲ θύουσι καὶ περὶ τοῦ τὴν γονὴν ῥεομένου. ὃς δʼ ἂν κατὰ τοὺς ὕπνους ἀποκρίνῃ γονήν, καθεὶς αὑτὸν εἰς ὕδωρ ψυχρὸν ὁμοίως τοῖς κατὰ νόμον γυναικὶ πλησιάζουσιν ἐξουσίαν ἔχει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.257 Joseph. AJ 3.261 (English) >>Joseph. AJ 3.266

Powered by PhiloLogic